Colossians 1:16-17

16ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ
 πάντα = WH Treg NA/NIV: || πάντα τὰ = RP
πάντα ἐν τοῖς οὐρανοῖς
 καὶ = WH NA/NIV: || καὶ τὰ = Treg RP
καὶ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται·
17καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν,

Hebrews 1:2-3

2ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, δι᾽ οὗ καὶ
 ἐποίησεν τοὺς αἰῶνας = WH Treg NA/NIV: || τοὺς αἰῶνας ἐποίησεν = RP
ἐποίησεν τοὺς αἰῶνας ⸃·
3ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως,
 δι᾽ αὑτοῦ = Holmes: || αὐτοῦ = WH Treg NA/NIV; || αὐτοῦ δι᾽ ἑαυτοῦ = RP
δι᾽ αὑτοῦ ⸃ καθαρισμὸν
 τῶν ἁμαρτιῶν ποιησάμενος = WH Treg NA/NIV: || ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν = RP
τῶν ἁμαρτιῶν ποιησάμενος ⸃ ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς,

Hebrews 1:10-12

10καί· Σὺ κατ᾽ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· 11αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, 12καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς,
 ὡς ἱμάτιον = WH Treg NA/NIV: || [omit] = RP
ὡς ἱμάτιον ⸃ καὶ ἀλλαγήσονται· σὺ δὲ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.

Hebrews 3:3-4

3πλείονος γὰρ
 οὗτος δόξης = WH Treg NA/NIV: || δόξης οὗτος = RP
οὗτος δόξης ⸃ παρὰ Μωϋσῆν ἠξίωται καθ᾽ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου κατασκευάσας αὐτόν·
4πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος,
 δὲ = WH Treg NA/NIV: || δὲ τὰ = RP
δὲ πάντα κατασκευάσας θεός.

Revelation of John 4:11

11Ἄξιος εἶ, κύριος καὶ θεὸς
 ἡμῶν = WH Treg NA/NIV: || ἡμῶν ὁ ἅγιος = RP
ἡμῶν, λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν, ὅτι σὺ ἔκτισας
 τὰ = WH Treg NA/NIV: || [omit] = RP
τὰ πάντα, καὶ διὰ τὸ θέλημά σου ἦσαν καὶ ἐκτίσθησαν.



Copyright information for SBLG